Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·
  2. τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
  3. ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·
  4. πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
  5. ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
  6. ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
  7. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι
  8. ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,
  9. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,