Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
  2. τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·
  3. τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
  4. ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·
  5. πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
  6. ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
  7. ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
  8. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι