Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·
  2. τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
  3. οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,
  4. ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
  5. τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·
  6. τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
  7. ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·
  8. πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
  9. ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
  10. ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
  11. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι
  12. ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,