Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
  2. καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  3. εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι
  4. νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.
  5. Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·
  6. τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
  7. ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν
  8. ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.
  9. ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
  10. οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.
  11. φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,
  12. τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
  13. εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
  14. οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,
  15. ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.
  16. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,