Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
  2. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  3. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
  4. ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
  5. ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
  6. ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.