Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας
  2. αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
  3. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  4. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
  5. ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
  6. ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν