Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
  2. Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,
  3. ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·
  4. τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας
  5. αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
  6. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  7. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
  8. ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
  9. ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
  10. ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.
  11. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.
  12. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,