Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
- Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,
- ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·
- τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας
- αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
- αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
- εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
- ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
- ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
- ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.
- αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.
- αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
- καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
- εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι
- νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.
- Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·
- τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
- ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν
- ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.
- ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
- οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.
- φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,
- τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
- εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
- οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,
- ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.
- ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
- τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
- τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·
- οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,
- ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
- οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
- ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
- καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
- σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,
- οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι
- ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.
- ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,
- τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,
- ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ
- οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.
- ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,
- ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ
- νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος
- Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.
- ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.
- τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα
- οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ
- Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
- ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
- τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
- τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον
- θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
- ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
- οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,
- ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
- πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·
- οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
- οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
- αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,
- ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.
- τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
- οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,
- μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.
- ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·
- ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη