Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.
  2. πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
  3. Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,
  4. ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·
  5. τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας
  6. αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
  7. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  8. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.