Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
  • σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
  • ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
  • ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
  • λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
  • ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων
  • νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ