Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·
  2. οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται
  3. ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.
  4. οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
  5. ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,
  6. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.
  7. πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
  8. Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,
  9. ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·
  10. τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας
  11. αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
  12. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  13. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.