Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·
  2. οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται
  3. ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.
  4. οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
  5. ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,
  6. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.
  7. πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.