Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.
  2. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
  3. αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην
  4. ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·
  5. οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται
  6. ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.