Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
  2. ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.
  3. κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,
  4. πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.
  5. ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου
  6. θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν
  7. θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.
  8. ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.
  9. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
  10. αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην
  11. ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·
  12. οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται
  13. ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.
  14. οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
  15. ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,
  16. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.
  17. πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
  18. Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,
  19. ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·
  20. τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας
  21. αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
  22. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  23. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
  24. ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
  25. ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
  26. ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.
  27. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.
  28. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
  29. καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  30. εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι
  31. νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.
  32. Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·