Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.
  2. ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
  3. κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.
  4. ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,
  5. σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι
  6. εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.
  7. ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
  8. ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.
  9. κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,
  10. πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.
  11. ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου
  12. θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν
  13. θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.