Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.
  2. πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ
  3. κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει
  4. δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ
  5. ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.
  6. ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
  7. κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.
  8. ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,
  9. σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι
  10. εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.
  11. ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
  12. ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.
  13. κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,
  14. πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.