Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα
  2. δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.
  1. ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
  2. ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη
  3. βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
  4. οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,
  5. ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,
  6. οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
  7. ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,
  8. εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,
  9. ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,
  10. καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.