Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
  2. βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
  3. ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,
  4. ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.
  5. τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
  6. οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
  7. οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ
  8. ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς
  9. δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν
  10. εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,
  11. ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
  12. ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.
  13. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,
  14. ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.
  15. ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
  16. ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,
  17. σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,
  18. ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη
  19. ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα
  20. δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.