Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
- δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.
- ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
- βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
- ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,
- ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.
- τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
- οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
- οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ
- ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς
- δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν
- εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,
- ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
- ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.
- τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,
- ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.