Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,
  2. ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.
  3. τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
  4. Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·
  5. σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,
  6. ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
  7. ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·