Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;
  2. εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,
  3. μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
  4. ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·
  5. αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
  6. εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
  7. θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη
  8. ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
  9. δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.
  10. ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
  11. βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
  12. ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,
  13. ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.
  14. τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
  15. οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
  16. οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ
  17. ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς
  18. δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν
  19. εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,
  20. ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
  21. ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.
  22. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,
  23. ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.
  24. ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
  25. ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,
  26. σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,
  27. ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη
  28. ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα
  29. δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.
  1. ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
  2. ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη
  3. βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
  4. οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,
  5. ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,
  6. οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
  7. ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,
  8. εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,
  9. ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,
  10. καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.
  11. ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
  12. Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.
  13. τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,
  14. νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.
  15. βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη
  16. κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,
  17. Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
  18. πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
  19. σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.
  20. ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,