Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;
  2. εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,
  3. μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
  4. ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·
  5. αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
  6. εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
  7. θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη
  8. ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
  9. δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.
  10. ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
  11. βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
  12. ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,
  13. ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.