Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
  2. καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,
  3. ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ
  4. δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς
  5. σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.
  6. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  7. ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;
  8. εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,
  9. μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
  10. ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·