Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ
  2. ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος
  3. κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
  4. ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
  5. καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.