Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,
  2. πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν
  3. ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε
  4. χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
  5. ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ
  6. ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος
  7. κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.