Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
  2. ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·
  3. κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω,
  4. φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
  5. αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
  6. ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
  7. σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.