Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,
  2. νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι
  3. ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.
  4. ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
  5. ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
  6. λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
  7. ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·
  8. κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω,
  9. φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
  10. αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
  11. ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
  12. σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.
  13. ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.
  14. ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,
  15. πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν
  16. ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε
  17. χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
  18. ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ
  19. ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος
  20. κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
  21. ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
  22. καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
  23. καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,
  24. ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ
  25. δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς
  26. σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.
  27. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  28. ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;
  29. εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,
  30. μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
  31. ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·
  32. αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
  33. εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
  34. θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη
  35. ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
  36. δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.
  37. ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
  38. βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
  39. ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,
  40. ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.
  41. τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
  42. οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
  43. οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ
  44. ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς
  45. δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν
  46. εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,
  47. ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
  48. ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.
  49. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,
  50. ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.
  51. ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
  52. ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,
  53. σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,
  54. ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη
  55. ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα
  56. δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.
  1. ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
  2. ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη
  3. βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
  4. οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,
  5. ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,
  6. οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
  7. ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,
  8. εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,
  9. ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,
  10. καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.
  11. ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
  12. Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.
  13. τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,
  14. νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.
  15. βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη
  16. κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,
  17. Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
  18. πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
  19. σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.
  20. ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
  21. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,
  22. εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,
  23. ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.
  24. τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  25. Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ;
  26. εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,
  27. σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν
  28. ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.
  29. ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει
  30. ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
  31. ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·
  32. καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα
  33. ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·
  34. ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
  35. πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.
  36. ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ
  37. ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι
  38. ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
  39. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
  40. ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.
  41. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  42. Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
  43. ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ
  44. δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη
  45. πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·
  46. τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
  47. ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.
  48. αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε
  49. Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,
  50. βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,
  51. πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·
  52. ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
  53. ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε
  54. ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
  55. ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
  56. ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·
  57. πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
  58. ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι
  59. ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;