Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
- ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
- ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.
- ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,
- εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.
- κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,
- νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι
- ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.
- ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
- ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
- λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
- ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·
- κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω,
- φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
- αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
- ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
- σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.
- ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.
- ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,
- πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν
- ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε
- χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
- ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ
- ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος
- κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
- ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
- καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
- καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,
- ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ
- δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς
- σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.
- ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
- ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;
- εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,
- μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
- ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·
- αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
- εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
- θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη
- ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
- δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.
- ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
- βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
- ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,
- ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.
- τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
- οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
- οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ
- ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς
- δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν
- εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,
- ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
- ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.
- τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,
- ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.
- ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
- ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,
- σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,
- ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη
- ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα
- δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.
- ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
- ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη
- βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
- οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,
- ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,
- οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
- ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,
- εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,
- ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,
- καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.
- ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
- Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.
- τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,
- νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.
- βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη
- κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,
- Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
- πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
- σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.
- ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
- στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,
- εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,
- ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.
- τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·
- Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ;
- εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,
- σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν
- ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.
- ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει
- ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
- ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·
- καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα
- ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·
- ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
- πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.
- ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ
- ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι
- ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
- καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
- ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.
- ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
- Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
- ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ
- δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη
- πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·
- τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
- ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.
- αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε
- Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,
- βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,
- πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·