Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
  2. ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
  3. ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.
  4. ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,
  5. εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.
  6. κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,
  7. νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι
  8. ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.