Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις
  2. πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
  3. ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
  4. πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
  5. ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
  6. ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.
  7. ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,