Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  2. τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.
  3. ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,
  4. εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·
  5. ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,
  6. τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.
  7. καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις
  8. πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
  9. ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
  10. πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
  11. ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
  12. ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.
  13. ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,
  14. εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.
  15. κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,
  16. νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι