Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα
  2. πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,
  3. ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
  4. ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·
  5. οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.
  6. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  7. τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.