Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,
  • ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι
  • στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·
  • μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ
  • κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.
  • εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω
  • ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,
  • δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα