Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,
  • ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·
  • ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα
  • βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,
  • ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι
  • στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·
  • μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ
  • κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.