Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι
  2. Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,
  3. ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·
  4. ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα
  5. βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,
  6. ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι
  7. στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·
  8. μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ
  9. κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.
  10. εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω
  11. ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,
  12. δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα
  13. πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,
  14. ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
  15. ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·
  16. οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.
  17. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  18. τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.
  19. ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,
  20. εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·
  21. ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,
  22. τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.
  23. καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις
  24. πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
  25. ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
  26. πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,