ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαιΖεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμαβέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσιστήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃκῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρωἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλαπόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων