Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·
  2. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
  3. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  4. ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι
  5. Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,
  6. ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·
  7. ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα
  8. βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,
  9. ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι
  10. στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·
  11. μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ
  12. κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.
  13. εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω
  14. ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,
  15. δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα
  16. πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,
  17. ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
  18. ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·
  19. οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.
  20. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  21. τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.
  22. ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,
  23. εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·
  24. ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,
  25. τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.
  26. καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις
  27. πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
  28. ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
  29. πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
  30. ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
  31. ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.
  32. ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,
  33. εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.
  34. κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,
  35. νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι
  36. ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.
  37. ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
  38. ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
  39. λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
  40. ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·
  41. κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω,
  42. φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
  43. αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
  44. ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
  45. σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.
  46. ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.
  47. ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,
  48. πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν
  49. ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε