Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ·
  2. οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί.
  3. ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·
  4. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
  5. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  6. ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι
  7. Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,
  8. ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·
  9. ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα
  10. βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,
  11. ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι
  12. στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·
  13. μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ