Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν
  2. ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
  3. ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ
  4. πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων,
  5. δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
  6. ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,
  7. ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,
  8. νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
  9. ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,
  10. καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης·
  11. ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο
  12. δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ·
  13. οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί.
  14. ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·
  15. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
  16. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·