Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
  2. ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν
  3. ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
  4. ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ
  5. πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων,
  6. δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
  7. ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,