Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
- εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.
- ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
- οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
- αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
- ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
- ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
- εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,
- ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.
- τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
- Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·
- σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,
- ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
- ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·
- τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.
- ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,
- ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε
- ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη
- ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.
- πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ
- κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει
- δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ
- ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.
- ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
- κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.
- ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,
- σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι
- εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.
- ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
- ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.
- κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,
- πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.
- ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου
- θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν
- θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.
- ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.