Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.
  2. αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.
  3. ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,
  4. παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·
  5. ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν,
  6. ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη
  7. διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
  8. ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ
  9. πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.