Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,
  • χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,
  • πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
  • εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.
  • ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  • οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.