Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.
  2. ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ
  3. καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·
  4. ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς
  5. ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων,
  6. εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
  7. αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
  8. αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
  9. νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,
  10. κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
  11. οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
  12. εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.
  13. ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.
  14. ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,
  15. ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.
  16. αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.