Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
  • ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.
  • ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν
  • γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.
  • ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον·
  • ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ,
  • τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·
  • αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,