Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.
  2. ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
  3. αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
  4. αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.
  5. αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,
  6. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  7. ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
  8. ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.
  9. ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν