Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
  2. πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.
  3. ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
  4. αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
  5. αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.
  6. αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,
  7. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  8. ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
  9. ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.
  10. ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν
  11. γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.
  12. ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον·
  13. ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ,
  14. τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·
  15. αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,
  16. νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.
  17. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  18. ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
  19. δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.
  20. ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ
  21. καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·
  22. ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς