Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;
  2. οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
  3. ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
  4. εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
  5. κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
  6. γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.
  7. τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
  8. ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.
  9. αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,
  10. ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
  11. πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.
  12. ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
  13. αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
  14. αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.
  15. αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,
  16. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·