Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.
  2. ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,
  3. αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,
  4. ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·
  5. κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων
  6. ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;
  7. οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
  8. ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
  9. εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
  10. κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
  11. γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.
  12. τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
  13. ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.
  14. αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,
  15. ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
  16. πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.