Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
  2. νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.
  3. ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,
  4. αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,
  5. ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·
  6. κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων
  7. ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;